Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 52.8 Dem. 52.11 (English) >>Dem. 52.14

52.10πρὸς δὲ τούτῳ, ἐπειδὴ εἰς Ἄργος κατήχθη τετρωμένος, τῷ προξένῳ τῶν Ἡρακλεωτῶν τῷ Ἀργείῳ Στραμμένῳ τὰ χρήματα δέδωκεν κατήχθη μετʼ αὐτοῦ. οἷος οὖν εἰμι καὶ ἐγὼ τὰ ἐνθάδε αὐτὸς ἀξιοῦν λαμβάνειν· ἡγοῦμαι γὰρ δίκαιος εἶναι ἔχειν. σὺ οὖν, εἰ ἄρα μὴ ἀπείληφεν, λέγε ὅτι ἐγὼ ἀμφισβητῶ, ἂν ἄρα ἔλθῃ Κηφισιάδης. εἰ δʼ ἄρα ἀπείληφεν, λέγε ὅτι ἐγὼ μάρτυρας ἔχων ἠξίουν ἐμφανῆ καταστῆσαι τὰ χρήματα τὸν κεκομισμένον, καὶ εἴ τίς με βούλεται ἀφελέσθαι, πρόξενον ὄντα ἀφαιρεθῆναι.” 52.11ἐπειδὴ δὲ αὐτῷ εἴρητο, “ἐγώ”, ἔφη πατήρ, “ Κάλλιππε, χαρίζεσθαι μέν σοι βούλομαι (καὶ γὰρ ἂν καὶ μαινοίμην, εἰ μή), οὕτω μέντοι ὅπως αὐτός τε μὴ χείρων δόξω εἶναι καὶ ἐκ τοῦ πράγματος μηδὲν ζημιώσομαι. εἰπεῖν μὲν οὖν μοι ταῦτα πρὸς τὸν Ἀρχεβιάδην καὶ τὸν Ἀριστόνουν καὶ πρὸς αὐτὸν δὲ τὸν Κηφισιάδην οὐδὲν διαφέρει· ἐὰν μέντοι μὴ ʼθέλωσι ταῦτα ποιεῖν εἰπόντος ἐμοῦ, αὐτὸς ἤδη διαλέγου αὐτοῖς.” “ἀμέλει,” ἔφη οὗτος, “ Πασίων, ἐὰν βούλῃ σύ, ἀναγκάσεις αὐτοὺς ταῦτα ποιῆσαι.”

52.12 μὲν διελέχθη, ἄνδρες δικασταί, οὗτος μὲν τῷ πατρί, ἐκεῖνος δὲ τῷ Ἀρχεβιάδῃ καὶ τῷ Κηφισιάδῃ τούτου δεηθέντος καὶ τούτῳ χαριζόμενος, ταῦτʼ ἔστιν, ἐξ ὧν κατὰ μικρὸν δίκη αὕτη πέπλασται· ὧν ἐγὼ ἤθελον τούτῳ ταύτην ἥτις εἴη μεγίστη πίστις δοῦναι, μὴν ἐγὼ τοῦ πατρὸς ἀκούειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 52.8 Dem. 52.11 (English) >>Dem. 52.14

Powered by PhiloLogic